Ancient Greek
P.Oxy. 46 3282
Documentary Papyri, P.Oxy. 46 3282
Not analysed yet
ριθ …παρὰ Σαραπίωνος Ἁρποκρατίωνος τοῦ Σαραπίωνος μητρὸς Δημητρίας τῆς καὶ Ἀσκλαταρίου Ἡρακλείδου ἀπʼ Ὀξυρύγχων πόλεως. κατὰ τὰ κελευσθέντα περὶ ἐπικρίσεως τῶν προσβαινόντων εἰς τρεισκαιδεκαετεῖς εἰ ἐξ ἀμφοτέρων γονέων εἰσὶ τάγματος ἀπὸ γυμνασίου ἐτάγην ἐπʼ ἀμφόδου Δεκάτης προσβεβηκὼς εἰς τρεισκαιδεκαετεῖς ἔτει ιβ ἔτει θεοῦ Ἁδριανοῦ. ὅθεν παραγενόμενος πρὸς τὴν ἐμαυτοῦ ἐπίκρισιν δηλῶ τὸν πάππον μου Σαραπίωνα Ἁρποκρατίωνος ἐπικεκρίσθαι τῇ γενομένῃ τῷ ε ἔτει θεοῦ Οὐεσπασιανοῦ ὑπὸ Σουτωρίου Σωσιβίου στρατηγήσαντος καὶ Νικάνδρου γενομένου βασιλικοῦ …