Ancient Greek
P.Oxy. 46 3286
Documentary Papyri, P.Oxy. 46 3286
Not analysed yet
Ὀξυρυγχειτῶν τῇ κρατίστῃ βουλῇ διὰ Μάρκου Αὐρηλίου Ἀμμωνίου γυμνασιάρχου ἐνάρχου πρυτάνεως παρὰ Μάρκου Αὐρηλίου Νεπωτιανοῦ υἱοῦ Αὐρηλίου Διονυσάμμωνος γυμνασιαρχήσαντος τῆς αὐτῆς πόλεως. πρὸς τὴν γενομένην τῇ ἐνεστώσῃ ἡμέρᾳ ἐν τῇ αὐτόθι κρατίστῃ βουλῇ ὀνομασίαν μου ὡς εἰς γυμνασιαρχίαν καὶ οὐκ ἀναλογῶν πρὸς τὴν τηλικαύτην ἀρχὴν ἐπικαλούμενος τὸν λαμπρότατον ἡγεμόνα Αἰδείνιον Ἰουλιανόν …