Ancient Greek
P.Oxy. 46 3293
Documentary Papyri, P.Oxy. 46 3293
Not analysed yet
Αὐρήλιος Πα… κ…ας στρατηγὸς Ὀξυρυγχίτου Αὐρηλίῳ Διοσκόρῳ Χωσίωνος κοσμητῇ τῷ φιλτάτῳ χαίρειν. διʼ ὧν μοι ἐπέστειλεν ἡ κρατίστη τῶν αὐτόθι βουλὴ διὰ Αὐρηλίου Θέωνος Σαραπίωνος ἐνάρχου πρυτάνεως ἐδήλωσεν δεῖν σε ἀναδήσασθαι τὸν τῆς κοσμητείας στέφανον ἀπὸ νεομηνίας ἕως …τοῦ ὄντος μηνὸς Παῦνι τῳ τὸν κ… αγόμενόν σο… ἀποδη… τυγχάνειν. ἵνʼ οὖν εἰδῇς, φίλτατε, καὶ τῶν τῇ ἀρχῇ διαφερόντων πρόνοιαν ποιήσῃ ἐπέστειλά σοι. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. Αὐρήλιος …Σαραπάμμων ὑπηρέτης ἐπήνεγκα. ἔτους …Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Παῦνι α …