Ancient Greek
P.Oxy. 46 3304
Documentary Papyri, P.Oxy. 46 3304
Not analysed yet
ἔτους ιζ καὶ ιϛ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους ἐνάτου τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, Παῦνι ιβ. ὑπατείας Ποστουμίου Τιτιανοῦ τὸ 2 καὶ Οὐιρίου Νεπωτιανοῦ ἐν τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυ γχιτῶν πόλει μαρτύρεται Αὐρήλιος Δίδυμος ὁ καὶ Σαραπίων Πύρρου ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως …συστάτης Ἰσίδωρον τὸν καὶ Ἀπολλώνιον ἐπικ… ἀπὸ τῆς αὐτῆς πόλεως οὐκ ἀξίως τῆς τῶν νόμων ἐπιστρεφείας καὶ τοῦ φόβου τοῦ διασημοτάτου ἐπάρχου τῆς Αἰγύπτου Κλωδίου Κουλκιανοῦ …κεναι καὶ ἐπειδὴ …την παρὰ τῆς ἀνδ… ἀναγκαίως …ωδε τῷ μαρτυροποιήματι …θηκεν. τὸν οὖν …οὔτε λόγον …λ…ν πεποιηκέναι …περιγραφης λειτουργίας …μηδὲ ενφα …αυτω καταστήσαντα, τίνα τρόπον οὐκ οἶδʼ ὅπως γεγενῆσθαι πρὸς τὴν αὐτοῦ σύμβιον Αὐρηλίαν Θερμούθιον καὶ ἐξηπατηκέναι αὐτὴν καὶ ἣν ἔχει ὄνον θηλεῖαν λευκὴν πῶλον ὡς πρὸς χρῆσιν ἐσχηκέναι, ταύτῃν δὲ τῆ τοιαύτῃ ἐπιτιμήσει λαβόντα ἀπηλλαχέναι καὶ σήμερον ἡμέραι τρεῖς ἐγκρατῆ αὐτῆς ὄντα μήτε αὐτὸν πάλιν ἐνφανίσαντα μήτε τὴν ὄνον τῇ οἰκείᾳ τάξει ἀποκαθεστακέναι καὶ ἐπειδὴ τὸ τόλμημα οὐκ ἄλλου ἐστὶν ἐπιστρεφείου μόνον τῆς ἀνδρείας τοῦ διασημοτάτου ἐπάρχου Αἰγύπτου Κλωδίου Κουλκιανοῦ τόδε τὸ μαρτυροποίημα δημοσίᾳ προέθηκεν ἵνα πάντες εἰδῶσι καὶ διὰ τῆς τοῦ στατίζοντος βενεφικιαρίου πίστεως μὴ λανθάνῃ τὸ μεγαλεῖον τῆς ἡγεμονίας παρʼ ᾗ ἀδίστακτόν ἐστιν ἐπιστῆσαι πρὸς τὴν παράνομον αὐτοῦ ἐπιχείρησιν τὴν δέουσαν καὶ καθήκουσαν ἐπιτιμίαν. Αὐρήλιος Δίδυμος ὁ καὶ Σαραπίων πεποίημαι τὸ μαρτυροποίημα ὡς πρόειται.