Ancient Greek
P.Oxy. 46 3312
Documentary Papyri, P.Oxy. 46 3312
Not analysed yet
……υιο… …τὰ ἀβάσκαντα αὐτοῦ τέκνα καὶ Ἰσιδώραν τὴν ἀδελφήν σου καὶ Ἀθηναΐδα. καὶ γράψον μοι ἀσφαλῶς περὶ Διονυσαρίου ὅτι πόσων μηνῶν ἐστιν. ἀσπάζεταί σε Γαΐα καὶ τὰ τέκνα αὐτῆς καὶ ὁ σύμβιος. γίγνωσκε οὖν ὅτι Ἑρμῖνος ἀπῆλθεν εἰς Ῥώμην καὶ ἀπελεύθερος ἐγένετο Καίσαρος ἵνα ὀφφίκια λάβῃ. ἀσπάζου πάντας τοὺς σοὺς κατʼ ὄνομα καὶ οἱ ἐμοὶ πάντες σε ἀσπάζονται. ἐρρῶσθαί σε εὔχομαι. …ου Ὀξυρυγχ …ιστη…