Ancient Greek
P.Oxy. 46 3314
Documentary Papyri, P.Oxy. 46 3314
Not analysed yet
κυρίῳ μου πατρὶ Ἰωσῇ καὶ τῇ συμβίῳ μου Μαρίᾳ Ἰούδας. προηγουμένως εὔχομαι τῇ θείᾳ προνοίᾳ περὶ τῆς ὑμῶν ὁλοκληρίας ἵνα καὶ ὑγιαίνοντας ὑμᾶς ἀπολάβω. πᾶν οὖν ποίησον, κυρία μου ἀδελφή, πέμψον μοι τὸν ἀδελφόν σου, ἐπειδὴ εἰς νόσον περιέπεσα ἀπὸ πτώματος ἵππου. μέλλοντός μου γὰρ στραφῆναι εἰς ἄλλο μέρος, οὐ δύναμαι ἀφʼ ἐμαυτοῦ, εἰ μὴ ἄλλοι δύο ἄνθρωποι ἀντιστρέψωσίν με καὶ μέχρις ποτηρίου ὕδατος οὐκ ἔχω τὸν ἐπιδίδοντά μοι. βοήθησον οὖν, κυρία μου ἀδελφή. σπουδαῖόν σοι γενέσθω ὅπως τὸ τάχος πέμψῃς μοι, ὡς προεῖπον, τὸν ἀδελφόν σου. εἰς τὰς τοιαύτας γὰρ ἀνάγκας εὑρίσκονται οἱ ἴδιοι τοῦ ἀνθρώπου. ἵνα οὖν καὶ σὺ παραβοηθήσῃς μοι τῷ ὄντι ἐπὶ ξένης καὶ ἐν νόσῳ ὄντι. καὶ πλοῖον ἐπεζήτησα ἐμβῆναι καὶ οὐχ εὗρον τὸν ἐπιζητοῦντά μοι. ἐν τῇ γὰρ Βαβυλῶνεί εἰμί. προσαγορεύω τὴν θυγατέρα μου καὶ πάντας τοὺς φιλοῦντας ἡμᾶς κατʼ ὄνομα. καὶ ἐὰν χρείαν ἔχῃς κέρματος, λάβε παρὰ Ἰσὰκ τοῦ κολοβοῦ, τοῦ ἔγγιστα σοι μένοντος ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις. ἀπόδος συμ…