Ancient Greek
P.Oxy. 47 3332
Documentary Papyri, P.Oxy. 47 3332
Not analysed yet
Θρακίδαι γυμνασιάρχωι βιβλιοφύλακι τῆς ἐν τῶι Ἀρσινοίτηι βιβλιοθήκης παρὰ Ταμάρωνος τῆς Ἀνδρέου τῶν ἀπὸ τῆς μητροπόλεως μετὰ κυρίου τοῦ ἀνδρὸς Μνησιθέου τοῦ Θέωνος. ὑπάρχουσι μοι ἐν τῆι μητροπόλει πλησίον τοῦ Μενδησίου οἰκίαι δύο καὶ περὶ Λητοῦς πόλιν τῆς Ἡρακλείδου μερίδος γῆς ἀμπελίτιδος ἄρουραι ἓξ ἢ ὅσαι ἐὰν ὦσι, καταγείνομαι δὲ ἐν τῆι τοῦ προγεγραμμένου μου ἀνδρὸς οἰκίᾳ ἐν Ὀξυρύγχων πόλει. διὸ ἀξιῶ γενέσθαι τὴν ἀπογραφὴν ὡς καθήκει. κατακεχώρισται ἔτους ιγ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Παῦνι λ. σεσημείωμαι.