Ancient Greek
P.Oxy. 47 3334
Documentary Papyri, P.Oxy. 47 3334
Not analysed yet
Τιβερίωι Κλαυδίωι Ἀρείωι στρατηγῷ παρὰ Τρύφωνος τοῦ Δημητρίου τοῦ Τρύφωνος καὶ Ἰσιδώρας τῆς καὶ Θαήσιος τῆς Ἀφροδισίου ἀμφοτέρων τῶν ἀπʼ Ὀξυρύγχων πόλεως, τῆς δὲ Ἰσιδώρας μετὰ κυρίου τοῦ ἀνδρὸς Σαραπ…ς τοῦ Σαραπίωνος. βουλόμεθα ὠνήσασθαι ἐκ τοῦ δημοσίου ψιλοὺς τόπους ἀδεσπότους βίκων τεσσάρων ὀφείλοντας ἐξ ἰδίου λόγου πραθῆναι κατὰ τὸν γνώμονα ὄντας ἐν τοῖς ἀπὸ νότου καὶ ἀπηλιώτου μέρεσι Σύρων κώμης, ὧν γείτονες νότου πρότερον Πτολεμαίου Δημητρίου, βορρᾶ ἐκ μὲν τοῦ ἀπὸ ἀπηλιώτου μέρους δημοσία ῥύμη, ἐκ δὲ τοῦ ἀπὸ λιβὸς …,ἀπηλιώτου τα…