Ancient Greek
P.Oxy. 47 3337
Documentary Papyri, P.Oxy. 47 3337
Not analysed yet
Κλαυδία Διογενὶς σιτολόγοις Μερμέρθων χαίρειν. διαστείλατε ἀφʼ ὧν ἔχετέ μου ἐν θέματι πυροῦ γενήματος ε ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Μελανίωνι Ἀπίωνος ἢ οἷς ἐὰν αἱρῆται πυροῦ ἀρτάβας ἑκατόν, γίνονται πυροῦ ἀρτάβαι ρ. Κλαυδία Διογενὶς σεσημείωμαι.