Ancient Greek
P.Oxy. 47 3339
Documentary Papyri, P.Oxy. 47 3339
Not analysed yet
…ὁ λαμπρότατος ἡγεμὼν Λάρκιος Μέμωρ πρόνοιαν ποιούμενος περὶ πάσης μὲν τῆς Αἰγύπτου, ἐξαιρέτως δὲ τῆς πόλεως τῶν Ὀξυρυγχειτῶν, ἐπέστειλέν μοι πάντας τοὺς ἔχοντας ἐξ οἱασδήποτε οὖν ἀφορμῆς τὸν σῖτον δημοσίᾳ προκομίζειν καὶ πιπράσκειν καὶ μηδένα ἀποκρύπτεσθαι ταμιευόμενον τὰς τιμὰς τῶν καιρῶν· ὅθεν κελεύω διὰ σοῦ πᾶσιν τοῖς κτήτορσιν φανερὸν γενέσθαι δεῖν ἐντὸς πέντε ἡμερῶν καὶ τὸν σῖτον ὃν ἔχουσιν ἀπογράφεσθαι καὶ εἶτα φέροντας εἰς τὴν πόλιν πιπράσκειν, εἰδότας ὅτι εἴ τις τούτων μου παρακούσεται κατὰ τὰ δόξαντα τῷ λαμπροτάτῳ ἡγεμόνι ὁ μὲν σῖτος αὐτοῦ εἰς τὸ ταμεῖον χωρήσει, αὐτὸς δὲ ὑπʼ ἐμοῦ ἐπὶ τὸν ἡγεμόνα ἀναπεμφθήσεται λόγον ὑφέξων τοῦ τετολμημένου. ταύτης μου τῆς ἐπιστολῆς τὸ ἀντίγραφον δημοσίᾳ προτεθήτω πρὸς τὴν πάντων γνῶσιν. ἔτους λβ, Ἁδριανοῦ κα.