Ancient Greek
P.Oxy. 47 3358 Vo
Documentary Papyri, P.Oxy. 47 3358v
Not analysed yet
Πτολεμαῖος Ἀθηνοδώρῳ προνοητῇ χαίρειν. τρία χρυσᾶ ὀφείλεται ὑπὲρ κομμοδίου τῆς Ψώβθεως μέσης περὶ ὧν ἐνοχλοῦμαι ὑπὸ τοῦ στρατηγοῦ. συλλέξας τοίνυν αὐτὰ παρὰ τῶν ὀφειλόντων ἀνάπεμψόν μοι ἐν τῇ σήμερον ἵνα διαγραφῇ. καὶ περὶ τῶν ἀπὸ Πλέλω δὲ _ὀφείλεται …καὶ ἀπʼ ἐκείνων _τὸ αὐτὸ ποίησον. ἐὰν δὲ τὸ πιττάκιόν μου λαβὼν καὶ ἀναγνοὺς ῥίψῃ ἐπάνω τῆς θυρίδος σου, καὶ ἐγὼ ἀποταξάμενος αὐτῷ ποιῶ σε μεταπεμφθῆναι καὶ ἀπαιτηθῆναι. ἱκανὸν γὰρ ἐὰν ἐγὼ τὰς ὀχλήσεις ἡμῶν βαστάζω. ἐρρῶσθαί σε εὔχομαι. ιγ Θὼθ ιβ.