Ancient Greek
3364.38 to 3364.46
Documentary Papyri, P.Oxy. 47 3364.38-46
Not analysed yet
κυρίων ἡμῶν Αὐτοκρατόρων τὸ κατὰ συνέλευσίν τινα γείνεσθαι τῶν πολιτῶν …μετανάστῃ καὶ ἀσεβεῖ ἀνθρώπῳ· διόπερ ἀξιῶ ἐὰν σοῦ τῇ τύχῃ δόξῃ κελεῦσαί σε διὰ ἱερᾶς σου ὑπογραφῆς τὸν κράτιστον ἐπιστράτηγον διακοῦσαί μου πρὸς τὸν προτεταγμένον Σερῆνον …ὡς αὐτὸν ἀποστήσοντα τῆς τε ἀσεβείας καὶ ἀπειθίας, ἔτι δὲ καὶ ἐπαναγκάσαι τὸν ὑποδεχόμενον αὐτὸν τελέσαι τά τε διὰ τῆς θείας νομοθεσίας ὁρισθέντα κατʼ ἄνδρα σηστέρτια ν τάς τε ο… τούτου δὲ γενομένου οὐδὲ εἷς ἔτι τολμήσει ανα…τον ὑποδέξασθαι ἀλλο… δὲ καὶ α… βεβοηθημένος. διευτύχει. ἔτους ιζ Φαμενὼθ α κολλήματος υξϛ. ὁ στρατηγὸς τὰ προσήκοντα ποιήσει τοῖς μέρεσιν αὐτοῦ. …βελλη