Ancient Greek
P.Oxy. 48 3384
Documentary Papyri, P.Oxy. 48 3384
Not analysed yet
ὑπατείας Ἰουνίου Βάσσου καὶ Φλαουίου Ἀβλαβίου τῶν λαμπροτάτων ἐπάρχων, Φαρμοῦθι ιθ. ἐμίσθωσεν Αὐρήλιος Ἀφῦγχις Ὥρου ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως Αὐρηλίᾳ Μαρίᾳ Παθερμουτίου μητρὸς Ἀττίας ἀπὸ τῆς αὐτῆς πόλεως ἐπὶ χρόνον ἔτη τρία ἀπὸ τοῦ ὄντος μηνὸς Φαρμοῦθι τοῦ ἐνεστῶτος ἔτους κε ιε ζ τὴν ὑπάρχουσαν αὐτῷ ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου Μυροβαλάνου ὁλόκληρον οἰκίαν καὶ αἴθριον καὶ αὐλὴν καὶ κατάγειον σὺν χρηστηρίων καὶ ἀνηκόντων πάντων καὶ τελέσειν ὑπὲρ ἐνοικίου κατὰ μῆνα ἕκαστον ἀπὸ τοῦ αὐτοῦ μηνὸς Φαρμοῦθι τοῦ ἐνεστῶτος ἔτους κε ιε ζ ἀργυρίου ……απειος