Ancient Greek
P.Oxy. 48 3389
Documentary Papyri, P.Oxy. 48 3389
Not analysed yet
ὑπατείας Φρουρίου Πλακίδου τοῦ λαμπροτάτου ἐπάρχου ἱεροῦ πραιτωρίου καὶ Φλαουίου Ῥωμούλλου τοῦ λαμπροτάτου, Φαμενὼθ ιη. Αὐρηλία Ἀπία καὶ ὡς χρηματίζει ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως Αὐρηλίῳ Ἀφυγχίῳ Ὥρου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ἐντέλλομαί σοι καὶ ἐπιτρέπω κατὰ τόδε μου τὸ ἐντολικὸν τὴν ἐντυχίαν ποιήσασθαι ἐξ ὀνόματός μου παρὰ τῷ κυρίῳ μου τῷ διασημοτάτῳ ἡγεμόνι Φλαυίῳ Ὀλυμπίῳ καὶ τὰ προσόντα μοι δίκαια παραθέσθαι ὡς καὶ ἐμοὶ παρούσῃ ἔξεστιν. κυρία ἡ ἐντολὴ ἁπλῆ γραφεῖσα ἣν καὶ ἐξεδόμην σοι καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρηλία Ἀπία πεποίημαι τὴν ἐντολὴν ἐπὶ πᾶσι τοῖς προκιμένοις καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρήλιος Παπνοῦτις Ἀφυγχίου ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίας.