Ancient Greek
P.Oxy. 48 3395
Documentary Papyri, P.Oxy. 48 3395
Not analysed yet
Αὐρήλιος Θεωνάμμων Παύλου, κυβερνήτης πλοίου κληρονόμων Ἡρακλίου ἀπὸ λογιστῶν τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυνχιτῶν πόλεως Αὐρηλίοις Παπνουθίῳ καὶ Δωροθέῳ ἀδελφοῖς χαίρειν. μεμέτρημαι καὶ ἐνεβαλόμην παρʼ ὑμῶν εἰς τὸ προκείμενον πλοῖον ὑπὲρ γενήματος ιε ἰνδικτίωνος σίτου καθαροῦ ἀρτάβας τριάκοντα πέντε, γίνονται ἀρτάβαι λε μόναι, τούτων τὰ κούμουλα καὶ τὰ ναῦλα καὶ τὸ σακκοφορικὸν πλήρης. ἔτους μζ ιϛ Μεσορὴ γ. Αὐρήλιος Θεωνάμμων ὁ προκίμενος συμφωνεῖ μοι ὡς πρόκειται. Αὐρήλιος Ἑλλάδιος Ἰουλιανοῦ ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.