Ancient Greek
P.Oxy. 48 3419
Documentary Papyri, P.Oxy. 48 3419
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Ἀμμωνίῳ Σαραπάμμων χαίρειν. ἀπήντησεν πρὸς σὲ ὁ ἀδελφὸς ἡμῶν Δωρόθεος ἀξιωθεὶς ὑπʼ ἐμοῦ ὥστε αὐτὸν ἀπαιτῆσαι τὰς ἐχθέσεις τὰς λοιπαζομένας τῆς τετάρτης ἰνδικτίωνος. οἶδας ὅτι καὶ τὰ ἐνέχυρα ἡμῶν ἔξω εἰσὶν καὶ ὁ πατὴρ ἡμῶν Διόσκορος ἔχρησεν ἡμῖν καὶ αὐτὸν θέλομεν πληρῶσαι· διὸ σπουδή σοι γενέσθω συνβαλέσθαι αὐτῷ μετὰ καὶ τῶν συμμάχων ἄχρις οὗ ἂν τὴν ἀπαίτησιν ποιήσῃ τῆς τετάρτης ἰνδικτίωνος· αὐτὸς γὰρ καὶ τὸν λόγον αὐτῶν δύναται εἰδέναι καὶ διὰ τοῦτο ἠξίωσα αὐτὸν ἀπαντῆσαι καὶ τὴν ἀπαίτησιν ποιῆσαι ἵνα δυνηθῶμεν καὶ Διόσκορον πληρῶσαι καὶ τὰ ἐνέχυρα ἡμῶν ἀνακομισώμεθα. μὴ οὖν ὀκνήσῃς συνβαλέσθαι αὐτῷ μετὰ καὶ τῶν συμμάχων ἄχρις οὗ ἂν τὴν ἀπαίτησιν ποιήσῃ. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, ἄδελφε.