Ancient Greek
P.Oxy. 49 3474
Documentary Papyri, P.Oxy. 49 3474
Not analysed yet
……μο… τοῦ …ἐξηγητεύσαντι αἱρεθεῖσι ἐπὶ κατασπορᾶς καὶ ἀναδόσεως σπερμάτων χωρούντων εἰς τὴν τοῦ ἐνεστῶτος ϛ ἔτους κατασπορὰν παρὰ Ἰσχυρίωνος Ἡραδίωνος τοῦ Ἰσχυρίωνος ἀπʼ Ὀξυρύγχων πόλεως. αἰτοῦμαι παραμετρηθῆναι παρʼ ὑμῶν εἰς σπέρματα δάνεια πυροῦ γενήματος τοῦ διελθόντος ε ἔτους εἰς τὴν τοῦ ἐνεστῶτος ϛ ἔτους κατασπορὰν, κατὰ τὰ δόξαντα Αἰμιλλίω Σατουρνείνῳ τῷ λαμπροτάτῳ ἡγεμόνι, ἧς γεωργῶ περὶ Θῶλθιν Θμοισεφὼ ἐκ τοῦ …γενους καὶ ἄλλων κλήρου βασιλικῆς ἄρουρας ιζ ἀρτάβας ιϛ, ἅσπερ κοκκολογήσας ἀπὸ κριθῆς καὶ αἴρης καταθήσω εἰς τὴν γῆν ὑγιῶς καὶ πιστῶς ἐπακολουθούντων τῶν εἰς τοῦτο προκεχειρισμένων ἐπὶ κατασπορὰν καὶ ὧν ἄλλων προσήκει κατʼ ἐνκέλευσιν τοῦ λαμπροτάτου ἡγεμόνος Αἰμιλλίου Σατουρνείνου καὶ ἐκ νέων ἀποδώσω σὺν τοῖς ἑπομένοις ἅμα τοῖς τῆς γῆς τελέσμασι τοῦ ἐνεστῶτος ϛ ἔτους, καὶ ὀμνύω τὴν Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Καίσαρος ἀποδεδειγμένου Αὐτοκράτορος τύχην μὴ ἐψεῦσθαι. Ἰσχυρίων Ἡραδίωνος ἐπιδέδωκα καὶ ἀποδώσω ἐκ νέων ὡς πρόκειται. Ἰσίδωρος Ἰσιδώρου τοῦ Ἡρακλείδου Σωσικόσμιος ὁ καὶ Ἀλθαιεὺς ἐνγυῶμαι τὸν προγεγραμμένον εἰς ἔκτισιν ὡς πρόκειται. …ς κολ υ …ιϛ …γρα ……Ἰσχυρίων Ἡραδίωνος …κα