Ancient Greek
P.Oxy. 49 3479
Documentary Papyri, P.Oxy. 49 3479
Not analysed yet
ὑπατείας Φλαυουίων Ταύρου καὶ Εὐσεβίου τῶν λαμπροτάτων. Αὐρηλίῳ Ἀχιλλεῖ πραιποσίτῳ τρίτου πάγου τοῦ Ὀξυρυγχίτου νομοῦ παρὰ Αὐρηλίου Χεῶτος Στρουθοῦ ἀπὸ κώμης Σύρων τρίτου τοῦ αὐτοῦ νομοῦ χαίρειν. ὁμολογῶ ἐγγυᾶσθαι Αὐρήλιον Ἀπολλῶν πρεσβύτερον τῆς αὐτῆς κώμης Σύρων μονῆς καὶ ἐμφανείας ὁπόταν αἱρῇ ἄνευ πάσης ἀντιλογίας καὶ ὀμνύω τὸν σεβάσμιον θεῖον ὅρκον ἀληθῆ εἶναι καὶ τὴν παράστασιν αὐτοῦ ποιήσασθαι ὑπʼ ἐμοῦ τοῦ προκιμένου Χεῶτος ὡς προεῖπον. εἰ δὲ φανείην ψευσάμενος, ἔνοχος ἔσομαι τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ. Αὐρήλιος Χεῶς Στρουθοῦ ὁ προκίμενος ἐνγυῶμαι τὸν προκίμενον Ἀπολλῶν καὶ τὴν παράστασιν αὐτοῦ ποιήσασθαι ὁπόταν αἱρῇ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Συρίων Χεῶτος ἐγγυῶμαι τὸν προκίμενον Ἀπολλῶν μονῆς καὶ ἐμφανείας καὶ ἐπερωτηθεὶς ὡμολόγησα.