Ancient Greek
P.Oxy. 49 3485
Documentary Papyri, P.Oxy. 49 3485
Not analysed yet
ἔτους δευτέρου Γαΐου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ, Μεσορὴι τριακάς, ἐν κώμῃ Σιναρὺ τῆς κάτω τοπαρχίας τοῦ Ὀξυρυγχείτου. ἐδάνεισεν Ἰσχυρίων Διονυσίου Ἑρμογένει Ἑρμογένους τοῦ Δημητρίου νεωτέρωι καὶ Ἑρμίᾳ Ζηνοδώρου νεωτέρωι ἀμφοτέροις Πέρσαις τῆς ἐπιγονῆς ἐν ἀγυιᾷ ἀργυρίου Σεβαστοῦ καὶ Πτολεμαικοῦ νομίσματος δραχμὰς ἑκατὸν ὀκτὼ κεφαλαίου αἷς οὐδὲν τῶι καθόλου προσῆκται. ἀποδότωσαν δὲ οἱ δεδανεισμένοι τῶι Ἰσχυρίωνι τὰς τοῦ ἀργυρίου δραχμὰς ἑκατὸν ὀκτὼ τῇ τριακάδι τοῦ Χοίαχ τοῦ εἰσιόντος τρίτου ἔτους Γαΐου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ. ἐὰν δὲ μὴ ἀποδῶσι καθὰ γέγραπται, ἀποτεισάτωσαν οἱ δεδανεισμένοι τῶι Ἰσχυρίωνι τὸ μὲν δάνειον μεθʼ ἡμιολίας, τοὺς δὲ τόκους τοῦ ὑπερπεσόντος χρόνου τοὺς καθήκοντας, ἐγγύων ἀλλήλων εἰς ἔκτισιν ὄντων, τῆς πράξεως οὔσης τῶι Ἰσχυρίωνι ἔκ τε αὐτῶν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης, μὴ ἐλαττουμένῳ περὶ ὧν ἄλλων ὀφείλει Ἑρμίας ἢ Ἰσχυρίωνι ἢ τῇ γυναικὶ αὐτοῦ καθʼ ἑτέραν ἀσφάλειαν. κυρία ἡ συγγραφή. Ἑρμογένης Ἑρμογένους καὶ Ἑρμίας Ζηνοδώρου νεώτερος δεδανείσμεθα τὰς τοῦ ἀργυρίου δραχμὰς ἑκατὸν ὀκτὼ κεφαλαίου καὶ ἀποδώσομεν διʼ ἐνγύων ἀλλήλων καθότι πρόκειται. Ἑρμίας Ζηνοδώρου νεώτερος καὶ Ἑρμογένης νεώτερος δεδανείσμεθα τὰς τοῦ ἀργυρίου δραχμὰς ἑκατὸν ὀκτὼ κεφαλαίου καὶ ἀποδώσομεν διʼ ἐνγύων ἀλλήλων καθότι πρόκειται, κατὰ μηδὲν ἐλαττουμένου σου ἐν οἷς ἄλλοις ὀφείλω σοι καθʼ ἑτέραν ἀσφάλειαν. Ἰσχυρίων Διονυσίου δεδάνεικα καθότι πρόκειται. ἔτους δευτέρου Γαΐου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ, Μεσορὴι τριακὰς. διὰ Ἀχιλλέως τοῦ πρὸς τῶι γραφείῳ κώμης Σιναρὺι καὶ ἑτέρων τόπων κεχρημάτισται. ἔτους β Γαΐου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ, Μεσορὴ λ. δραχμῶν ρη. Ἰσχυρίωνος τοῦ Διονυσίου πρὸς Ἑρμογένην καὶ Ἑρμίαν.