Ancient Greek
P.Oxy. 49 3488
Documentary Papyri, P.Oxy. 49 3488
Not analysed yet
ἐμίσθωσεν Διονύσιος ὃς καὶ Πετσεῖρις Σαρα… τῶν ἀπʼ Ὀξυρύγχων πόλεως …ι Φιλίσκου τῶν ἀπὸ Πε…ε…ς τοῦ Κυνοπολείτου Πέρσῃ τῆς ἐπιγονῆς εἰς ἔτη δύο βροχὰς δύο ἀπὸ τοῦ ἐνεστῶτος τρίτου ἔτους Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ τὰς ὑπαρχούσας αὐτῷ περὶ Θμοιθῶθιν τῆς ἄνω τοπαρχίας ἐκ μὲν τοῦ Πιθολάου κλήρου ἀρούρας δέκα ὥστε ἐν μὲν τῷ ἐνεστῶτι ἔτει ξυλαμῆσαι ταύτας ἀράκῳ ἐκφορίου ἀποτάκτου πυροῦ ἀρταβῶν ἑπτὰ ἡμίσους ,ἐν δὲ τῷ εἰσιόντι ἔτει σπεῖραι πυρῷ ἀποτάκτου πυροῦ ἀρταβῶν πεντήκοντα πέντε καὶ …ς κλήρου ἄλλας ἀρούρας πέντε ὄγδοον ,τῷ μὲν ἐνεστῶτι ἔτει σπεῖραι ταύτας πυρῷ ἐκφορίου ἀποτάκτου πυροῦ ἀρταβῶν εἴκοσι ,ἐν δὲ τῷ εἰσιόντι ἔτει ξυλαμῆσαι ἀράκῳ ἀποτάκτου πυροῦ ἀρταβῶν δέκα . ὁμολογεῖ δὲ ὁ μεμισθωμένος ἔχειν παρὰ τοῦ Διονυσίου σπερμάτων πυροῦ ἀρτάβας δέκα ,ἃς ἀποδώσει αὐτῷ ἅμα τοῖς τοῦ εἰσιόντος ἔτους ἐκφορίοις, τῆς κατʼ ἔτος ἀπεργασίας τῶν χωμάτων τῶν δέκα ἀρουρῶν καὶ τηρήσεως ὄντων πρὸς τὸν μεμισθωμένον, ὃς καὶ παραδώσει ταῦτα ἀπειργασμένα καὶ ὑγιῆ τῷ εἰσιόντι ἔτει ἢ ἀποτίνειν αὐτὸν τῷ Διονυσίωι τὰς ἑσταμένας ἀργυρίου δραχμὰς ὀγδοήκοντα . ἀκίνδυνα δὲ πάντα παντὸς κινδύνου, τῶν ὑπὲρ τῆς γῆς δημοσίων ὄντων πρὸς τὸν Διονύσιον, ὃν καὶ κυριεύειν τῶν κατʼ ἔτος καρπῶν ἕως ἂν τὰ ἑαυτοῦ κομίσηται. τῆς δὲ μισθώσεως βεβαιουμένης ἀποδότω ὁ μεμισθωμένος τῷ Διονυσίωι τὰ κατʼ ἔτος ἐκφόρια ἀεὶ τῷ Παῦνι μηνί, ἅμα δὲ τοῖς τοῦ εἰσιόντος ἔτους καὶ τὰ σπέρματα, ἐπὶ τῶν περὶ τὸ Νίγρον ἐποίκιον ἅλων πυρὸν νέον καθαρὸν ἄδολον ἄκριθον μέτρῳ τετραχοινίκῳ …οηριως ἢ ἀποτεῖσαι τιμὴν ἑκάστης ἀρτάβης ἧς ἄν μὴ ἀποδῷ χαλκοῦ δραχμὰς …. καὶ ἡ πρᾶξις ἔστω Διονυσίῳ ἔκ τε τοῦ μεμισθωμένου καὶ ἐκ …