Ancient Greek
3498.1 to 3498.31
Documentary Papyri, P.Oxy. 49 3498.1-31
Not analysed yet
Γάϊος Ἰούλιος Διογένης …ς τῆς λαμπροτάτης …τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως υἱὸς Γαΐου Ἰουλίου Τείρωνος …αρχήσαντος τῶν λαμπρῶν πόλεων Ὀξυρυγχειτῶν καὶ …καὶ ὡς ἐχρημάτιζεν χωρὶς κυρίου χρηματιζούσῃ κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ χαίρειν. ὁμολογῶ πεπρακέναι καὶ παρακεχωρηκέναι σοι ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα χρόνον τὸ ὕπαρχόν μοι κληρονομικῷ δικαίῳ πρότερον τοῦ δηλουμένου μου πατρὸς Τείρωνος ἥμισυ …αδελφον αὐτοῦ Οὐαλεριανὸν διαιρέσεως ἧς τὸ δικαι… περὶ κώμην Σερῦφιν τῆς πρὸς λίβα τοπαρχίας …ἐδαφῶν σιτικῶν ἰδιωτικῆς ἀρουρῶν εἴκοσι πέντε ἡμίσους ὀγδόου ἑκκαιδεκάτου …ἄρουραι δώδεκα ἥμισυ τέταρτον ἑκκαιδέκατον δυοτριάκοστον …τροχοῦ καὶ λάκκου καὶ φυτῶν καὶ μηχανῆς …ἀρουρῶν εἴκοσι πέντε ἡμίσους ὀγδόου ἑκκαιδεκάτου …α ἀρούρας δεκατρεῖς τρίτον ἑκκαιδέκατον ὧν γείτονες νότου ἐκ μὲν τοῦ ἀπηλιώτου μέρους …μένη, ἐκ δὲ τοῦ ἀπὸ λιβὸς ἡ ἑξῆς, βορρᾶ ἰδιωτικὴ …λων, ἀπηλιώτου πλευρισμὸς, λιβὸς ἐκ μὲν τοῦ ἀπὸ βορρᾶ μέρους …,ἐκ δὲ τοῦ ἀπὸ νότου διῶρυξ. ἐν δὲ τῇ ἑτέρᾳ σφραγῖδι τὰς λοιπὰς ἀρούρας δώδεκα ἕκτον ὄγδοον ὧν γείτονες νότου …υ ἰδιωτική, βορρᾶ καὶ ἀπηλιώτου αἱ ἐπάνω λιβὸς …. τὰς δὲ συμπεφωνημένας πρὸς ἀλλήλους ὑπὲρ τιμῆς καὶ παραχωρητικοῦ τοῦ ἡμίσους μέρους τῶν προκειμένων ἀρουρῶν εἴκοσι πέντε ἡμίσους ὀγδόου ἑκκαιδεκάτου καὶ τοῦ μέρους τῶν ὑδρευμάτων καὶ μηχανῆς καὶ τῶν συνωνομασμένων πάντων ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς μυριάδας τρεῖς ,αἵ εἰσι τάλαντα πέντε ,αὐτόθι ἀπέσχον παρὰ σοῦ ἐκ πλήρους διὰ χειρὸς, καὶ περὶ τοῦ ἠριθμῆσθαί με ἐξ ὁλοκλήρου ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα. κρατεῖν οὖν σε καὶ κυριεύειν σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις τοῦ πωλουμένου καὶ παραχωρουμένου σοι ὑπʼ ἐμοῦ ὡς πρόκειται ἡμίσους μέρους τῶν προκειμένων ἀρουρῶν καὶ ὑδρευμάτων καὶ μηχανῆς καὶ τῶν συνωνομασμένων πάντων καὶ ἐξουσίαν ἔχειν χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτῶν ὡς ἐὰν αἱρῇ, μηδεμίας μοι ἢ ἄλλῳ μηδενὶ ὑπὲρ ἐμοῦ ἐφόδου καταλειπομένης ἐπὶ ταύτας ἢ ἐπὶ μέρος αὐτῶν κατὰ μηδένα τρόπον, ἅσπερ καὶ ἐπάναγκες παρέξομαί σοι βεβαίας διὰ παντὸς ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὰς ἀπὸ τε γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ παντὸς εἴδους καὶ ἀπὸ ὀφειλῆς καὶ κατοχῆς πάσης δημοσίας καὶ ἰδιωτικῆς και πολιτικῆς καὶ βουλευτικῆς καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου, ἔτι δὲ καὶ ἀπὸ ἀπεργασίας καὶ ὑδροφυλακίας χωμάτων καὶ ἀπὸ τῶν ὑπὲρ αὐτῶν τελουμένων δημοσίων καὶ ἐπικλασμῶν καὶ ἐπιμερισμῶν παντοίων τῶν ἕως τοῦ διελθόντος καὶ αὐτοῦ τοῦ διελθόντος ε ἔτους διὰ τὸ ἀπὸ τοῦ