Ancient Greek
P.Oxy. 49 3500
Documentary Papyri, P.Oxy. 49 3500
Not analysed yet
ἀγαθῇ τύχῃ. ἐξέδοτο ἑαυτὴν Αὐρηλία Κύριλλα Ἰσιδώρου μητρὸς Σινθώνιος ἀπʼ Ὀξυρύγχων πόλεως Αὐρηλίῳ Πασιγώνει Παεῖτος μητρὸς Ταυῆτος ἀπὸ τῆς αὐτῆς πόλεως, ἀμφότεροι ἐνταφιασταί. συμβιούτωσαν οὖν ἀλλήλοις οἱ γαμοῦντες φυλάσσοντες τὰ τοῦ γάμου δίκαια. ὁ δὲ γαμῶν καὶ ἐπιχορηγείτω τῇ γυναικὶ τὰ δέοντα πάντα κατὰ δύναμιν. ἐστάθη δὲ ἐν ἀλλήλοις μεταξὺ Αὐρηλίων Διογᾶτος Διογένους καὶ Σαραπίωνος Παυλείνου ἀμφοτέρων συνομοφύλων ἐπὶ τῷ ἐὰν μὲν ἡ Κύριλλα ἄνευ τινὸς εὐλόγου αἰτίας ……τουπα…ος κ… …ἀνδρὶ π…