Ancient Greek
P.Oxy. 49 3506
Documentary Papyri, P.Oxy. 49 3506
Not analysed yet
Ἁρβαῖθος Τερμουθίῳ τῇ θυγατρὶ χαίρειν. ἄλλα ἐστὶν ἃ ἐγὼ ἔγραψά σοι ποιῆσαι, ἄλλα ἐστὶν ἃ σὺ ἔπραξας. γείνωσκε οὖν ὅτι ἔμαθόν σε σὺν Ἁρσοῦτι ἀναβεβηκέναι …ρ…μεν… …ασα ευ ρ… παρʼ ἡμῖν καὶ βεβαστάχατε. ταῦτα ἀποκαταστήσαντες ὅπου ἔκειτο. εἰ δʼ ἄρα μή, πρὸς σὲ καὶ Ἁρσοῦν καὶ Θομψόιν ἐστίν μου ὁ λόγος. ἐὰν δὲ ἀποθῆτε ἄχρι οὗ ἀναβῶ πρὸς ὑμᾶς οὐδὲ εἷς λόγος ἔσται· ἐπίσταμαι γὰρ τὴν ἑκάστου γνώμην. ὅταν ὁ ἀρχιερεὺς προέλθῃ φροντιῶ πῶς ἀπαρτισθῇ τὸ περὶ τῶν τέκνων μου. λέγεται δὲ ὅτι κατʼ ὄνομα τῶν παιδίων αἰτοῦσι ἀνὰ δραχμὰς ρκ· ἐν τοσούτω οὖν δήλωσόν μοι ἵνα εἰδῶ. ἄσπασαι Διονυσίαν καὶ Παμοῦνιν. ἐρρῶσθαι εὔχομαι. ἀπόδος Θερμουθίῳ ἀπὸ Ἁρβαίθου πατρός