Ancient Greek
P.Oxy. 49 3513
Documentary Papyri, P.Oxy. 49 3513
Not analysed yet
Νεμεσιανὸς Σεουήρῳ χαίρειν. δὸς Σιλβανῷ φροντιστῇ εἰς λόγον ἔργων τοῦ Παχὼν μηνὸς οἴνου γενήματος ϛ ἔτους κτήματος Κολλούθου ληνοῦ β κεράμια ιϛ καὶ πυροῦ γενήματος ε ἔτους ἀρτάβας ιβ ὧν τὰς τιμὰς ἐπεστάλη Σαραπιάδης ὁ χειριστὴς λημματίσαι τοῦ μὲν οἴνου ὡς τοῦ κεραμίου α δραχμὰς ιβ, τοῦ δὲ πυροῦ ὡς τῆς ἀρτάβης α δραχμὰς ιϛ. ἔρρωσο καὶ δὸς τὰς τοῦ πυροῦ ἀρτάβας δεκαδύο καὶ οἴνου κεράμια δεκαέξ, γίνονται ἀρτάβαι ιβ κεράμια ιϛ. ἔτους ζ Παχὼν λ.