Ancient Greek
P.Oxy. 1 175 descr.
Documentary Papyri, P.Oxy. 50 3556
Not analysed yet
…Φανίας καὶ Διογένης ὁ καὶ Ἑρμαῖος οἱ ἀσχολούμενοι τοὺς καταλοχισμοὺς τῶι ἀγορανόμῳ χαίρειν. Τετεεῖτος τῆς Θοώνιος τοῦ Θοώνιος μετὰ κυρίου τοῦ ἀνδρὸς Ὀννώφριος τοῦ Ὀννώφριος παρακεχωρημένης παρὰ Ἀπολλωνίου τοῦ Ἀπολλωνίου καθʼ ὁμολογίαν γεγονυῖαν τῷ ἐνεστῶτι μηνὶ Φαμενὼθ ἀπὸ τῶν ὑπαρχουσῶν αὐτῷ περὶ κώμην Σενεψαὺ τῆς πρὸς λίβα τοπαρχίας ἐκ τοῦ Πατρόκ καὶ Βίωνος καὶ Λύσιδος κλήρου ἀρουρῶν ἓξ ἐκ τοῦ ἀπὸ νότου τούτων μέρους κατοικικῆς γῆς σιτοφόρου σπορίμου ἐξ ὀρθογωνίου ἀρούρας δύο …