Ancient Greek
P.Oxy. 50 3561
Documentary Papyri, P.Oxy. 50 3561
Not analysed yet
Οὐεγέτῳ στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου διὰ Ζωΐλου βασιλικοῦ γραμματέως διαδεχομένῳ καὶ τὰ κατὰ τὴν στρατηγίαν τῆς αὐτῆς μερίδος παρὰ Διονυσίου Εὐδαίμονος τοῦ …λου Σωσικοσμείου τοῦ καὶ Ἀλθαιέως. ἐχθὲς ἥτις ἐστὶν ιβ τοῦ ὄντος μηνὸς ἐπῆλθάν μοί τινες ληστρικῷ τρόπῳ ξιφήρεις μετὰ κώμην Ἱερὰν Νεικολάου πρὸ τοῦ μαγδώλου καὶ πολλαῖς με πληγαῖς ᾐκίσαντο ὥστε τῷ ζῆν κινδυνεῦσαι. οὐ μόνον τοῦτο ἀλλὰ καὶ πάντα ἃ εἶχον ἱμάτιά τε καὶ ἀργύριον καὶ ὃν εἶχον χρυσοῦν δακτύλιον ἐβάσταξαν. ὅθεν κατὰ τὸ ἀναγκαῖον ἐντυγχάνω σοι καὶ ἀξιῶ ἐν καταχωρισμῷ γενέσθαι παρὰ σοὶ τόδε …