Ancient Greek
P.Oxy. 50 3567
Documentary Papyri, P.Oxy. 50 3567
Not analysed yet
Ἀννίῳ Ἀντωνείνῳ τῷ κρατίστῳ διέποντι τὴν ἀρχιερωσύνην παρὰ Αὐρηλίου Ὀννώφριος Ὀννώφριος τοῦ Τεῶτος μητρὸς Σινθεῦτος ἀπʼ Ὀξυρύγχων πόλεως πυραίθου καὶ παστοφόρου Ἀθηνᾶς Θοήριδος θεᾶς μεγίστης ἱεροῦ τοῦ ὄντος ἐν τῇ αὐτῇ πόλει. κατὰ τὰ κελευσθέντα ὑπὸ σοῦ κ… παρατίθεμαι τῷ ἀποσταλέντι ὀφφικιαλίῳ Αὐρηλίῳ Ζήνωνι ἱερᾶσθαί με ἐν τῷ προκειμένῳ ἱερῷ καὶ περιτετμῆσθαι ἐκ συγχωρήσεως τῆς ἀρχιερωσύνης ἀκολούθως τῷ γενομένῳ ὑπομνήματι οὗ τὸ ἀντίγραφον ἑξῆς ὑπέταξα πρὸς τὸ μηδὲν τὴν ἐπιμέλειάν σου λανθάνειν. ἔτους β Αὐτοκράτορος Καίσαρος Γαΐου Οὐϊβίου Τρεβωνιανοῦ Γάλλου καὶ Γαΐου Οὐϊβίου Ἀφινίου Γάλλου Οὐελδουμιανοῦ Οὐολουσιανοῦ Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν, Μεσορή. ἔστι δέ. ἔτους ε, Ἁθὺρ ε. Αὐρηλίου Ὀννώφριος Τεῶτος πυραίθου καὶ παστοφόρου προσαγαγόντος υἱὸν αὐτοῦ Αὐρήλιον Ὀννῶφριν καὶ ἀξιώσαντος αὐτὸν περιτμηθῆναι, ἐπιδόντος τε τὴν περὶ αὐτοῦ γραφεῖσαν ἐπιστολὴν ὑπὸ Αὐρηλίου Ἁρποκρατίωνος στρατηγοῦ Ὀξυρυγχείτου, Σαβεινιανὸς ἐκέλευσεν αὐτὴν ἅμα τοῖς ὑποκεκολλημένοις ἀναγνωσθῆναι. ἀναγνωσθείσης, Σαβεινιανός, κελεύσας τὸν παῖδα …εσθαι, τῶν ἱερογραμματέων ἐπύθετο μή τι τῶν ἀπηγορευμένων ἢ ἄλλο τι σημεῖον ἐπὶ τοῦ σώματος ἔχει. εἰπόντων καθαρὸν καὶ ἄσημον, Σαβεινιανὸς διαδεχόμενος τὴν ἀρχιερωσύνην ὑποσημειωσάμενος τῇ ἐπιστολῇ ἐκέλευσεν αὐτὸν περιτμηθῆναι. Αὐρήλιος Ὀννῶφρις Ὀννώφριος ἐπιδέδωκα.