Ancient Greek
P.Oxy. 50 3583
Documentary Papyri, P.Oxy. 50 3583
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίων Μαξίμου τὸ β καὶ Πατερίου τῶν λαμπροτάτων Ἁθὺρ ιζ. μερίδι τοῦ οἴκου τοῦ τῆς περιβλέπτου μνήμης Τιμαγένους διὰ …ου καὶ Θεοδώρου βοηθῶν ἐξακτορίας τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως Αὐρήλιος Μουσαῖος Ἀρίωνος ἀπὸ τῆς αὐτῆς πόλεως· ἀποκουφίσατε ἀπὸ τοῦ ἡμετέρου ὀνόματος ἐν τοῖς παρʼ ὑμῖν δημοσίοις χάρταις τοῦ ὀνόματος τοῦ ἐμοῦ πατρὸς Ἀρίωνος σιτικῆς ἰδιωτικῆς γῆς ἀρούρας πέντε ἥμισυ τέταρτον ὄγδοον, γίνονται ἄρουραι ε 𐅵δ η, ἀπὸ κανόνος τῆς τεσσαρεσκαιδεκάτης ἰνδικτίονος καὶ αὐτὰς σωματίσατε τῷ ὀνόματι Παύλου διασημοτάτου υἱοῦ …ρου αὐτοῦ τελοῦντος τὰ ὑπὲρ αὐτῶν παντοῖα δημόσια τελέσματα ἀπὸ τῆς αὐτῆς τεσσαρεσκαιδεκάτης ἰνδικτίονος· καὶ πρὸς ἀσφάλειαν τοῦ δημοσίου ταῦτα πεποίημαι τὰ ἐπιστάλματα ὡς πρόκειται.