Ancient Greek
P.Oxy. 50 3586
Documentary Papyri, P.Oxy. 50 3586
Not analysed yet
Φλαουίῳ Στρατηγίῳ τῷ μεγαλοπρεπεστάτῳ καὶ περιβλέπτῳ κόμετι φροντίζοντι τῶν ἐν τῷ Ὀξυρυγχίτῃ πραγμάτων τῆς εὐσεβεστάτης ἡμῶν δεσποίνης παρὰ Αὐρηλίου Παμουνίου υἱοῦ Φ… ἀπὸ Συνήρεως τοῦ αὐτοῦ νομοῦ. τὸ πρῶτον, διορυχῆς τολμηθείσης εἰς τὴν ἐμὴν οἰκίαν …γεγένηται πάντων τῶν …ν…ι νυκτὶ, τῶν δὲ ὑπευθύνων …ποιης… μοι τὸ ἀζήμιον ῥαθυμησάντων κ…πηντη…ε… τὸ δεύτερον, ἀπελασία γεγένηται τῶν ἡμετέρων κτηνῶν βοικῶν τεσσάρων καὶ λοιπὸν εἰς ἐσχάτην πενίαν ἐληλυθὼς ἀναγκαίως πρόσειμι τῇ σῇ μεγαλοπρεπείᾳ παρακαλῶν προστάξαι παρὰ τῶν ὑπευθύνων γενέσθαι μοι ἐν ἅπασι τὸ ἱκανόν, ἔτι μὴν καὶ τῶν ποιησάντων τὴν παραγωγὴν τοῖς νόμοις πρὸς ἀπολογίαν, μεγαλοπρεπέστατε κόμες κύριε. Αὐρήλιος Παμούνιος ἐπιδέδωκα.