Ancient Greek
P.Oxy. 51 3604
Documentary Papyri, P.Oxy. 51 3604
Not analysed yet
…α… ἀπὸ κώμης …ε… ε…ονων ὀμνύω τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ τύχην ἅμα τοῖς ἐξ ἀρχόντων αἱρεθεῖσι εἰς τοῦτο συνεξελέσθαι καὶ συνκαταστῆσαι ὄνους πεμπομένους εἰς τὴν εὐκταιοτάτην ἐπιδημίαν τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Σεουήρου Ἀντωνίνου, οὓς καὶ ἀποκαταστήσω καὶ παραδώσω εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. παρέσχον δὲ ἐνγυητὴν εἰς τοῦτο Αὐρήλιον Πωλίωνα Λ…τος ἀπὸ τῆς αὐτῆς κώμης παρόντα καὶ εὐδοκοῦντα ἐπὶ πᾶσι τοῖς προκειμένοις. ἐγράφη ἐπακολουθοῦντος Αὐρηλίου Μαμερτίνου τοῦ καὶ Πτολεμαίου ὑπηρέτου. καί εἰσι Αὐρήλιοι Πακλῆς ἐτῶν μ οὐλὴ …ἀντικνημίῳ δεξιῷ, Πωλίων ἐτῶν με οὐλὴ ἀντικνημίῳ ἀριστερῷ. ἔτους κδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ, Ἁθὺρ λ.