Ancient Greek
P.Oxy. 51 3611
Documentary Papyri, P.Oxy. 51 3611
Not analysed yet
Αὐτοκράτωρ Καῖσαρ Πούπλιος Λικίννιος Οὐαλεριανὸς Εὐσεβὴς Εὐτυχὴς Σεβαστὸς καὶ Αὐτοκράτωρ Καῖσαρ Πούπλιος Λικίννιος Οὐαλεριανὸς Γαλλιηνὸς Εὐσεβὴς Εὐτυχὴς Σεβαστὸς ἱερονίκαις τοῖς ἐν Ἀντινόου πόλει διὰ Σεπτιμίου Καλλικλέους. …ἐπεὶ κατὰ τὸν ἕνα μὲν χρόνον δυοῖν ἀφαιρέσεων τῶν καλουμένων παρὰ Ἀλεξανδρεῦσι, τὸν τῶν πεντεκαίδεκά τε μηνῶν καὶ ἡμερῶν ἑπτὰ γενόμενον, τοὺς μὲν Ἀλεξανδρέας ἱερονίκας εἰληφέναι τὰς ἐπὶ τοῖς ἀγῶσι συντάξεις παρὰ τοῦ ταμείου φατέ, τὸ δὲ κατὰ τοὺς Ἀντινοέας ὑμᾶς ἐπεσχῆσθαι, πρόσιτε τῷ φίλῳ ἡμῶν καὶ ἐπάρχῳ τῆς Αἰγύπτου Μαγνίῳ Φήλικι παρεχόμενοι ταῦτα, ὅς, ἐὰν μηδενὶ λόγῳ τὸ καθʼ ὑμᾶς ἐπεσχημένον εὑρίσκῃ, προστάξει τὰς τοῦ ῥηθέντος χρόνου συντάξεις ἀποδοθῆναι καὶ εἰς τὸ λοιπὸν ὑμῖν δίδοσθαι ὅσα καὶ διὰ παντὸς τοῦ πρόσθεν χρόνου τετυχήκατε. …ἀντίγραφον ἀντιγραφῆς Καίσαρος.