Ancient Greek
P.Oxy. 51 3627
Documentary Papyri, P.Oxy. 51 3627
Not analysed yet
……κε… Ἀσκληπιάδου πολιτευομένου …ουτου πραγματ…αστίᾳ χρησάμενος …περὶ τὸ λογοθέσιον ἐποιει…ται ὑπὸ πολλῆς ἀπανθρωπίας φερόμενος …δρος διε…ω τὴν τοῦ λόγου σύστασιν μετὰ πίστεως καὶ πάσης ἀκριβείας πρὸς αὐτὸν συνάρασθαι πεποιθὼς ὡς οὐκ ἀν …περ…αρ αὐτοῦ ἀλλ…ομαι…προσ…την…ον ἐξουσίαν προς… Πτολεμαίου καὶ Ἀμβροσίου τῶν πολιτευομένων …μου καὶ α…η… καταναγκασθῆναι τὸν προειρημένον Ἀσκληπιάδην ἐπὶ τὸ λογοθέσιον παρελθεῖν καὶ μετὰ πάσης πίστεως καὶ συνειδήσεως τὸν λόγον πρός με συνάρασθαι πρὸς τὸ ἔξω ἐπηρείας μ… μοι τὸ ἀσφαλὲς διὰ τὴν σὴν, ἡγεμὼν κύριε, κηδεμονίαν, ἔτι γε μὴν διὰ τῆς αὐτῆς βοηθείας ἣν πρὸ δίκης καὶ πρὸς βίαν ἀφείλετό μου οἰκίαν ἀποκαταστῆσαί μοι ἢ ἔτι καὶ νῦν ἀναισχυντοῦντα τοῦτον πέμπεσθαι εἰς τὸ μεγαλεῖον τὸ σὸν καὶ διὰ παντὸς τῇ σῇ λαμπρότητι εὐχαριστήσω. Ἰούνιος ὁ λαμπρότατος ἔπαρχος εἶπεν, οἱ αἰτηθέντες μεταξὺς τῶν μερῶν τὸν λόγον θήσονται και τῶν ἐξ ἀληθείας χρεωστουμένων καταβαλλομένων περαιτέρω τοῦ δικαίου ὀφλήματος οὐκ ἐνοχληθήσει, ἀλλʼ ἐπιγιγνώσκων τὰ ὁριζόμενα τῆς ἐνοχῆς τοῦ χειρισμοῦ τῶν πραγμάτων κατὰ νόμους ἐλευθερωθήσει.