Ancient Greek
P.Oxy. 51 3637
Documentary Papyri, P.Oxy. 51 3637
Not analysed yet
καταλαβὼν τὰ ἐνταῦθα Γεώργιος ὁ περίβλεπτος χαρτουλάριος τῆς ὑμετέρας μεγαλοπρεποῦς σοφίας κατέβαλεν ἡμῖν ὑπὲρ τῆς πρώτης καταβολῆς δωδεκάτης ἰνδικτίωνος νομίσματα τρισχίλια ἐνακόσια ἑξήκοντα δύο πλήρης Ἀλεξανδρείας καὶ πρὸς τὸ αὐτὴν εἰδέναι ἐσήμανα. σπουδάσῃ δὲ καὶ ἐντὸς ἡμερῶν τριῶν τὴν συμπλήρωσιν τῆς πρώτης καταβολῆς πέμψῃ ἡμῖν. ἰδοὺ γὰρ τὰ περὶ τούτου γεγράφηκεν αὐτῇ ὁ δεσπότης ἡμῶν ὁ πανεύφημος Σαραλανεοζᾶν. λοιπὸν καὶ αὐτὴ σπουδάσῃ διὰ συντομίας τὴν συμπλήρωσιν τῆς πρώτης καταβολῆς πέμψαι ἡμῖν, ἐπειδὴ τὴν ἐκπομπὴν τοῦ χρυσίου θέλομεν ποιήσασθαι πρὸς τὸν δεσπότην ἡμῶν τὸν βασιλέα τῶν βασιλέων. τῷ τὰ πάντα μεγαλοπρεπεστάτῳ σοφωτάτῳ τιμῆς ἀξίῳ Μαρίνῳ …Φαῶφι κα, ἰνδικτίωνος ιβ, νομίσματα Γϡξβ ὑπὲρ πρώτης καταβολῆς Ῥασβανα…