Ancient Greek
3638.29 to 3638.41
Documentary Papyri, P.Oxy. 51 3638.29-41
Not analysed yet
κυρία ἡ παραχώρησις δισσὴ γραφεῖσα, ἥνπερ ὁπηνίκα ἐὰν αἱρῇ ποιήσομαί σοι καὶ διὰ καταλογείου μηδὲν ἕτερον λαμβάνων παρὰ σοῦ, τῶν τελῶν καὶ γραμματικῶν ὄντων πρὸς σὲ τὴν Τετσεῖριν. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καὶ δικαίως γενέσθαι ἐπερωτηθεὶς ὑπὸ σοῦ διὰ τοῦ αὐτοῦ πατρὸς ἡμῶν ὡμολόγησα. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Θὼθ ιδ. Αὐρήλιος Χαιρήμων Ἑρμίου πέπρακα καὶ παρεχώρησα τῇ ὁμοπατρίᾳ μου ἀδελφῇ Αὐρηλίᾳ Τετσείρει οὐδέπω οὔσῃ τῶν ἐτῶν διὰ τοῦ πατρὸς Αὐρηλίου Ἑρμίου ἥμισυ μέρος τοῦ ἐπιβάλλοντός μοι μέρους περὶ κώμην Σιναρὺ ἐκ τοῦ Ῥοδίππου κλήρου ἀμπελικοῦ κτήματος καὶ καλαμείας καὶ τῶν ὡς πρόκειται συνωνομασμένων πάντων καὶ ἀπέσχον τὰς τῆς τιμῆς καὶ παραχωρητικοῦ δραχμὰς χιλίας καὶ βεβαιώσω ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα.