Ancient Greek
P.Oxy. 51 3642
Documentary Papyri, P.Oxy. 51 3642
Not analysed yet
Φανίας Ἁρθώνι τῶι φιλτάτωι χαίρειν. μέμφομαί σε λίαν χάριν τῶν σάκκων καὶ τῆς δισακκίας. ιβ ἠνέχθησαν οἱ σάκκοι καὶ μέχρι τούτου οὔπω ἠνέχθη ἡ δισακκία. πάντως οὖν διὰ α… λου… πέμψεις. ἐρεῖς …ρωι καταβῆναι εἰς Νεμέρα χάριν τοῦ ὁρίου τῇ κ, ἐπεὶ σπείρονται οἱ τόποι αὐτοῦ, ἐπισκέψαι τὴν μητέρα μου καὶ τὴν οἰκίαν καὶ τὸν ἰατρὸν καὶ λοχιαδα… τὸ συνηλιγμένον δίπλωμα ἐπαναγκας… τὸν ἰατρὸν ταχέως σφραγίσαι αυτ… ψεις εὐθέως. καὶ σύντυχε τῇ μητρί μου καὶ εἰπὲ αὐτῇ εἰ ἐκτενίσθη τὰ ἔρια τῆς μητρός σου. εἰ δὲ μή, ἐπαναγκάσεις αὐτὸν κτενίσαι. καὶ σύντυχε τῷ σακκοποιῷ τῷ πρὸς τῇ πλαγίᾳ τοῦ Σαραπείου καὶ ἐρεῖς αὐτῷ εἰ γέγονε ἡ δισακκία Φανίου. καὶ περὶ τούτων μοι πάντων δηλώσεις. ἔρρωσο. Ἁθὺρ ιδ. Ἁρθώνι φίλωι