Ancient Greek
P.Oxy. 51 3644
Documentary Papyri, P.Oxy. 51 3644
Not analysed yet
Ἡρᾶς Παποντῶτι τῷ πατρὶ χαίρειν. ἔπεμψά σοι Ἁρπουχρᾶν τὸν ἡμέτερον ὅπως λάβῃ παρά τοῦ ἀδελφοῦ μου γράμματα ἐπιθηκῶν …ξα …,ἐπειδὴ συνεσχέθην ὑπὸ Κερ…ος τοῦ φίλου καὶ ἠνάγκασέ με ὀμόσαι αὐτῷ ὅπως ἐντὸς τῆς κ ἀναδοθῆναι αὐτῷ μετὰ πολλῆς ὕβρεως. ἐκ ξη…ηση δὲ ε… Ἁρποχρᾶς …καὶ εὗρον τὴν Σαβεῖναν πεπληχυῖαν τὴν Σύραν καὶ ἐπυθόμην αὐτῆς πῶς ἐπλήγη καὶ ἔμαθον ὑπὸ πάντων ὅτι διὰ τὸ μὴ ἀφεθῆναι τῇ Σαβίνᾳ ἄρτι ἃ εἶχε ἐντὸς αὐτῆς ᾗ κατεῖχε κλειδὶ τῆς ἐξέδρας ἔπληξε αὐτὴν καὶ μέχρι τῆς σήμερον ἡμέρας κατακλινής ἐστιν. ἡ δὲ Σαβεῖνα ἀπὸ τῆς δεκάτης ἀνεύρετος ἐγένετο καὶ ἤκουσα ὅτι ἐν τω?ͅ Ἡρακλεοπολίτῃ ἐστίν. ἐρεῖ σοι δὲ Ἁρπωχρᾶς ἃ ἤκουσεν ἐν τῇ πόλει ἃ ἔπραξεν πράγματα. ἐρρῶσθαί σε εὔχομαι Φαῶφι ιδ. ἀλλʼ ὅρα μὴ κατάσχῃς Ἁρποχρᾶν διὰ τὸ ἐπείγεσθαι περὶ τῶν ἐπιθηκῶν. …Παποντῶτι πατρὶ παρὰ Ἡρᾶτος.