Ancient Greek
3690.16 to 3690.20
Documentary Papyri, P.Oxy. 52 3690.16-20
Not analysed yet
διὰ παντὸς βεβαίας ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὰς ἀπὸ μὲν γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ παντὸς εἴδους καὶ ἀπεργασίας καὶ ὑδροφυλακίας χωμάτων καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου, ὁμοίως διὰ παντὸς ἀπό τε δημοσίων καὶ τελεσμάτων πάντων τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ ἐνεστῶτος καὶ αὐτοῦ τοῦ ἐνεστῶτος δευτέρου ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου. ἐὰν δέ τι τούτων ὁ ὁμολογῶν παρασυνγραφῇ, ἄκυρον ἔστω καὶ προσαποτεισάτω τῷ παραχωρουμένῳ Θέωνι καὶ τοῖς παρʼ αὐτοῦ καθʼ ὃ ἐὰν παρασυνγραφῇ εἶδος τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηθὲν ἧσσον τὰ διωμολογημένα κύρια ἔστω. κυρία ἡ ἀποχή. ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς, Παῦνι ζ. διὰ Χαιρήμονος τοῦ σὺν ἄλλοις ἐπιτηρητοῦ κεχρημάτισται. Σαραπίων ὁ σὺν ἄλλοις ὑποσχόμενος ἐπηκολούθηκα.