Ancient Greek
P.Oxy. 54 3727
Documentary Papyri, P.Oxy. 54 3727
Not analysed yet
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Διοκλητιανοῦ τὸ η καὶ Μαξιμιανοῦ τὸ ζ Σεβαστῶν. Αὐρηλίῳ Σεύθῃ τῷ καὶ Ὡρίωνι λογιστῇ Ὀξυρυγχίτου παρὰ Αὐρηλίου Ἀπφοῦτος υἱοῦ Σαραπίωνος …γενομένου …τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως ἐπιμελητοῦ ἐργατῶν Μέμφεως. ὀμνύω τὴν τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Σεβαστῶν τύχην παρειληφέναι παρὰ τῶν κωμαρχῶν τῶν ἑξῆς γεγραμμένων κωμῶν …ἀριθμῷ τριάκοντα πέντε καὶ ἐπ… ἀριθμῷ δέκα ὁμοῦ …