Ancient Greek
P.Oxy. 54 3729
Documentary Papyri, P.Oxy. 54 3729
Not analysed yet
…ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Αὐτοκράτορος Σεουήρου Σεβαστοῦ καὶ Μαξιμίνου τοῦ ἐπιφανεστάτου Καίσαρος. Αὐρηλίῳ Σεύθει τῷ καὶ Ὡρίωνι λογιστῇ Ὀξρυγχίτου διὰ Αὐρηλίου Ἀνθεστίου ἐξηγητοῦ διαδόχου παρὰ Αὐρηλίου Ἥρωνος Ἥρωνος τοῦ καὶ Διονυσίου ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως δημοσίου ἰατροῦ. ἐπεστάλην ὑπὸ σοῦ τῇ ἐνεστώσῃ ἡμέρᾳ ἥτις ἐστὶν Παχὼν θ ἐκ βιβλιδίων ἐπιδοθέντων σοι ὑπὸ Αὐρηλίου Ἰσιδώρου κρατίστου δουκηναρίου ἐπιδεῖν τὴν περὶ αὐτὸν διάθεσιν καὶ ἐνγράφως σοι προσφωνῆσαι· ὅθεν ἐπεῖδον τὸν προκίμενον Ἰσίδωρον ἔχοντα ἐπὶ ἀριστεροῦ ἰθῶνος τραῦμα καὶ …καὶ ἐπὶ του …