Ancient Greek
P.Oxy. 54 3745
Documentary Papyri, P.Oxy. 54 3745
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικινίου Σεβαστοῦ τὸ ε καὶ Κρίσπου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α. Οὐαλερίῳ Διοσκουρίδῃ τῷ καὶ Ἰουλιανῷ λογιστῇ Ὀξυρυγχίτου παρὰ τοῦ κοινοῦ τῶν ὀρβιοπωλῶν τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως διʼ ἐμοῦ Αὐρηλίου …δου Ἄμμωνος. ἀκολούθως τοῖς κελευσθεῖσιν ἰδίῳ τιμήματι προσφωνῶ τὴν ἑξῆς ἐνγεγραμμένην τιμὴν ὧν χειρίζω ὠνίων καὶ ὀμνύω τὸν θεῖον ὅρκον μηδὲν διεψεῦσθαι. …