Ancient Greek
3756.20 to 3756.27
Documentary Papyri, P.Oxy. 54 3756.20-27
Not analysed yet
μοι ἀργυρίου τάλαντα ἑπτακόσια . π… δὲ ὁ αὐτὸς Ἀμμώνιος ἐν τῇ ἑαυτοῦ διαθήκῃ ἐντολὴν παρέσχετο τῷ αὐτῷ πατρὶ ὑμῶν Βόκκᾳ δικάσασθαι πρὸς Ἀκύλαν …ησ…ως περὶ υ…των περὶ κώμης …καβε εξου…ως καὶ τοῦ διαν…αι ἐπεδεξάμην παρʼ ὑμῶν καὶ εἰς τότε …υ λίτρας τέσσαρας περὶ τῆν ὑμῶν ὑποδοχὴν τοῦ τε ἀργυρίου καὶ ἀσήμου ἔτι δὲ καὶ χρυσίου καὶ χαλκωματίων καὶ ἐρεᾶς ἐσθῆτος καὶ τῶν ἄλλων πάντων μέχρι ἀσσαρίου ἑνὸς χωρὶς ὀθόνης μόνης ἐπερωτηθεὶς ὡμολόγησα παρειληφέναι ἐκ πλήρους ἀκολούθως τῇ διαθήκῃ καὶ ἐντεῦθεν μηδένα λόγον ἔχειν πρὸς ὑμᾶς περὶ τῆς διοικήσεως τῆς γενομένης ὑπὸ τοῦ πατρὸς ὑμῶν τῶν ὀρφανικῶν χρημάτων καὶ περὶ ὧν ἐνεχείρησεν ὑπαρχόντων πάντων ἁπαξαπλῶς κατὰ μηδένα τρόπον μηδὲν ἐνκαλεῖν μηδὲ ἐγκαλέσειν προφάσει ᾑτινιοῦν καὶ ἀποχὴν ταύτην τρισσὴν ὑμῖν ἐξεδόμην ἀποτελεστικὴν ἣν ἐξέσται ὑμῖν δημοσιῶσαι περὶ πάντων …των ἀρχει…ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Πρόκλου καὶ Παυλίνου, Μεχεὶρ …. ειστε…