Ancient Greek
P.Oxy. 54 3760
Documentary Papyri, P.Oxy. 54 3760
Not analysed yet
…Καίσαρος τὸ α, …λ. Φλαουίῳ Λευκαδίῳ λογιστῇ Ὀξυρυγχίτου παρὰ τοῦ κοινοῦ τῶν ἐλαιουργῶν τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως διʼ ἐμοῦ Αὐρηλίου …τι…ατος. προσφωνῶ τὴν ἑξῆς ἐνγεγραμμένην τιμὴν ὧν χειρίζω ὠνίων καὶ ὀμνύω τὸν θεῖον ὅρκον μηδὲν διεψεῦσθαι. ἔστι δέ· λαχανοσπέρμου ἀρτάβης α τάλαντα ιε. Αὐρήλιος …τι…ας ἐπιδέδωκα ὡς πρόκειται. Αὐρήλιος Διονύσιος ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.