Ancient Greek
P.Oxy. 31 2570 col. 2
Documentary Papyri, P.Oxy. 54 3766col4
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Αὐγούστου τὸ η καὶ Κωνσταντίνου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ δ, Φαῶφι λ. Φλαουίῳ Ἰουλιανῷ λογιστῇ Ὀξυρυγχίτου παρὰ τοῦ κοινοῦ τῶν κεραμέων κεραμικοῦ κεράμου τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως διʼ ἐμοῦ Αὐρηλίου Δημητρίου Μέλανος. προσφωνῶ ἰδίῳ τιμήματι τὴν ἑξῆς ἐνγεγραμμένην τιμὴν ἐπὶ τοῦδε τοῦ μηνὸς ὧν χειρίζω ὠνίων καὶ ὀμνύω τὸν θεῖον ὅρκον μηδὲν διεψεῦσθαι. ἔστι δέ· πίσσης ξηρᾶς Σιριτικῆς κεντηναρίου α τάλαντα γ Τρωαδησίας κεντηναρίου α …Αὐρήλιος Δημήτριος ἐπιδέδωκα προσφωνῶν ὡς πρόκειται. Αὐρήλιος Ὡρίων ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.