Ancient Greek
P.Oxy. 55 3779
Documentary Papyri, P.Oxy. 55 3779
Not analysed yet
θ… Ἱέρακι στρατηγῷ παρὰ Πετοσίριος καὶ …ἀμφοτέρων Πετοσοράπιος καὶ Πετσίριος τοῦ Ιε… ἀπὸ κώμης Τυχιν …τῆς κάτω τοπαρχίας. ἀπογραφόμεθα εἰς τὸ ἐννόμιον τοῦ ἐνεστῶτος ζ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ τὰ ὑπάρχοντα ἑκάστῳ πρόβατα, ὁ μὲν Πετοσῖρις πρόβατα πεντήκοντα …αἶγας τρεῖς, ὁ δὲ …πρόβατα δεκαδύο, αἶγα μίαν ,ὁ δὲ Πετσῖρις πρόβατα ὀκτώ, ὧν τὸ ἐπὶ τὸ αὐτὸ πρόβατα ο…, αἶγες δ, καὶ τοὺς ἐπακολουθοῦντας ἄρνας ἐρίφους, ἃ νεμήσεται περὶ …καὶ διʼ ὅλου τοῦ νομοῦ διὰ νομέως Ἑργέως τοῦ Παυσίριος ἀπὸ τῆς αὐτῆς κώμης λαογραφουμένου, ὧν καὶ ταξόμεθα τὸ καθῆκον ἐννόμιον. Σαραπίων τοπάρχης σεσημείωμαι πρόβατα ἑβδομήκοντα …αἶγας τέσσαρας, γίνονται πρόβατα ο…, αἶγες δ ἔτους ζ Τιβερίου Καίσαρος Σεβαστοῦ, …