Ancient Greek
P.Oxy. 55 3784
Documentary Papyri, P.Oxy. 55 3784
Not analysed yet
Αὐρηλίῳ Ἱέρακι καὶ τῷ σὺν αὐτῷ τοῖς ἐπὶ τῆς ἀνακρίσεως τῶν πιπρασκομένων ἀνδραπόδων ἐπὶ Μώτεως παρὰ Αὐρηλίας Σενοσίριος Σαραπίωνος Ὥρου ἀπὸ Μώτεως καὶ Αὐρηλίας Χάρμιτι καὶ ὡς χρηματίζει. βουλόμεθα ἡ μὲν Αὐρηλία Σενοσῖρις ἀποδόσθαι τὴν ὑπάρχουσάν μοι δούλην Ἰσιδώραν ἐπικεκλημένην Λαμπροτύχην οὖσαν πρὸς τὸ ἐνεστὸς ἔτος ἐτῶν ιβ οἰκογενῆ ἐκ μητρὸς Ἀλεξάνδρας δούλης μου λευκόχρουν τετανότριχα, ἡ δὲ Αὐρηλία Χάρμιτι ὠνήσασθαι τὴν αὐτὴν καὶ προκειμένην δούλην ἐπὶ τοῖς προκειμένοις δικαίοις. διὸ προσάγομεν ὑμῖν αὐτήν, ἀξιοῦσαι τὴν δέουσαν ἀνάκρισιν αὐτῆς γενέσθαι κατὰ τὰ κελευσθέντα. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου …