Ancient Greek
P.Oxy. 55 3788
Documentary Papyri, P.Oxy. 55 3788
Not analysed yet
Αὐρηλίῳ Διδύμῳ Διδύμου πραιποσίτῳ η πάγου Αὐρήλιος Δίδυμος νομικάριος νομοῦ χαίρειν. καμηλατῶν ζητουμένων καμήλων ἀποστελλομένων ἐπὶ τὸ ἐν τῇ Μεμφιτῶν πόλει ἱερὸν παλάτιον, ἀναγκαίως ἐπιστέλλω σοι, φίλτατε, ὅπως τοὺς ἀπὸ κώμης Τήεως κατὰ στοῖχον παρασχεῖν καμηλάτην ποιήσῃς. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐαλερίου Λικιννιανοῦ Λικιννίου Σεβαστοῦ καὶ Φλαυΐου Οὐαλερίου Κωνσταντίνου υἱοῦ βασιλέων, πρὸ ιε Καλανδῶν Μαΐων. Αὐρήλιος Δίδυμος νομικάριος νομοῦ ἐπιδέδωκα.