Ancient Greek
P.Oxy. 55 3793
Documentary Papyri, P.Oxy. 55 3793
Not analysed yet
…Μεσορὴ ιβ. Φλάουϊος …λογιστῇ …Ὀξυρυγχίτου χαίρειν. ἐπεὶ μὲν ἡ τοῦ κυρίου μου τοῦ διασημοτάτου δουκὸς Φλαουΐου Οὐαλακίου ἐξουσία τῇ ἐμῇ μετριότητι ἐκέλευσεν ὅλα τὰ κάστρα τὰ ὄντα ἐπὶ τῆσδε τῆς ἐπαρχείου ἐπιθεωρῆσαὶ με καὶ οἱασδήποτε ἐπισκευῆς ἢ ἀνανεώσεως λιπεῖν τινα κάστρα εὕροιμι …ίας τινὸς εἰς γνῶσιν αὐτοῦ ἀνενεγκεῖν, ἐπιθεωρήσας δὲ καὶ τὰ κάστρα Ψώβθεως ὑπὸ Ἡρακλειανὸν ἔπαρχον εὗρον …τὰ τείχη κονιάσεως δέεσθαι, διεβεβαιώσαντο δὲ τεχνίτην …μὴ ἔχειν, διὸ γραφῆναι τῇ σῇ ἀγχινοίᾳ ἀναγκαῖον ἐνόμισα ἵνα …τον τεχνίτην πρὸς ὀλίγας ἡμέρας μετὰ …ἐπείκτου ἀποστείλῃς αὐτοῖς κατὰ τὴν προτέραν …πρὸς τὸ μηδεμίαν πρόφασιν …τοις περὶ τούτου δυνηθείη. opto bene ualeas per multos annos …viris clarissimis consulibus.