Ancient Greek
P.Oxy. 55 3806
Documentary Papyri, P.Oxy. 55 3806
Not analysed yet
…χαίρειν καὶ ὑγιαίνειν. …ωνίου ἀναπλέοντος ἀναγκαῖον ἔγνων ἀσπάσασθαί σε διὰ γραπτοῦ καὶ παρακαλέσαι σε γράφειν μοι περὶ ὧν ἐὰν θέλῃς. ἥδιστα γὰρ ποιήσω. τῶι ἀδελφῷ σου κατὰ ἑκάστην ἡμέραν παρεδρεύω, μὴ θέλει ἐπιστολάς σοι πέμψαι. τὸ δεῖγμα τοῦ ἐριδίου δεῖξον Φιλοῦτι καὶ γράψον μοι εἰ ἀρέσκει αὐτῆι ἢ οὔ. πείθομαι δὲ μᾶλλον ἀρέσειν. πᾶσαν γὰρ ἐργασίαν ἔδωκα ἐκτὸς τοῦ καὶ ξενικὸν δεῖγμα δεδωκέναι τῶι βαφεῖ, καὶ ὅμως κάλλιον τοῦτο ἐξέβη. τὰ ἄλλα σεαυτοῦ ἐπιμελοῦ ἵνα ὑγιαίνῃς. καὶ γράψον μοι ἀντιφωνήσεις τῶν πρώτων. ὑγίαινέ μοι ψυχῆι. ἔρρωσο. ἔτους α Τιβερίου Καίσαρος Σεβαστοῦ. Παχὼν κϛ. …γραμματ Κορράγου.