Ancient Greek
P.Oxy. 55 3808
Documentary Papyri, P.Oxy. 55 3808
Not analysed yet
Δημᾶς Ἀγαθῷ Δαίμωνι τῷ ἀδελφῷ χαίρειν. πρὸ τῶν ὅλων ἐρρῶσθαί σε εὔχομαι. ὡς καὶ κατʼ ὄψιν σε ᾔτησα, καὶ νῦν σοι γράφω ἐπισχεῖν τοῖς ἔργοις τοῖς ἐν ἀγρῷ ἵνα μὴ ἀμεληθῇ καὶ ἐάν τι ᾖ ἀμελούμενον, δήλωσον τῷ καθηγητῇ. ἔγραψα δὲ αὐτῷ ἵνα τὸ τῶν κενωμάτων τὸ πρὸς Ἡρακλῆν ἀπαρτίσῃ μετὰ σῆς γνώμης. ἀσφαλισάσθω οὖν αὐτὸν ὡς ὑπέσχου μοι, ἵνα ἐλθὼν εἰς τὸν καιρὸν ἀποκριθῇ ἡμῖν καὶ μὴ χείρων τοῦ πέρυσι γένηται. ἄσπασαι Χελε…ραν καὶ ἔντειλαι αὐτῷ περὶ τῶν χλωρῶν τοῦ ἕλους. ἄσπασαι Δημήτριον τὸν φύλακα καὶ τὰ παιδία αὐτοῦ. ἔρρωσο ἄδελφε. Ἀγαθῷ Δαίμωνι φίλωι. ἀπὸ Δημᾶ φίλου.