Ancient Greek
P.Oxy. 56 3863
Documentary Papyri, P.Oxy. 56 3863
Not analysed yet
τῷ εὐλαβεστάτῳ καὶ θεοσεβεστάτῳ Φιλοξένῳ πρεσβυτέρῳ πρεσβύτεροι καὶ διάκονοι καὶ λοιποὶ τῆς κώμης Ἀκούτου ἐν κυρίῳ θεῷ χαίρειν. ἐν πρώτοις μὲν προσαγορεύομεν τὴν σὴν χρηστότητα ὅπως ὑγιαίνοντος σου καὶ εὐθυμοῦντος ἀπολάβῃς τὰ παρʼ ἡμῶν γράμματα. νῦν δέ, καθὼς πεποίηκες τὴν ἀγάπην διὰ τοῦ υἱοῦ σου Ποιμένος περὶ τοῦ ὁλοκοττίνου τοῦ Ἰωάννου, ἰδοὺ οὖν, καθὼς συνεφωνήσαμεν τὸν τόκον μετὰ Ἰωάννου, τοῦτʼ ἔστιν οἴνου διπλᾶ ιβ, νῦν δὲ ἀπεστείλαμεν τὸν τόκον μετὰ τοῦ αὐτοῦ υἱοῦ ἡμῶν Ποιμένος. ἀξιοῦμεν οὖν καὶ παρακαλοῦμεν τὴν σὴν ἁγιότητα, θεοσεβέστατε ἄδελφε, ἵνα …τῷ θεοσεβεστάτῳ καὶ εὐλαβεστάτῳ …